Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.328 Joseph. AJ 15.333 (English) >>Joseph. AJ 15.338

15.331

Κατιδὼν δὲ καὶ πρὸς τῇ θαλάττῃ χωρίον ἐπιτηδειότατον δέξασθαι πόλιν, πάλαι Στράτωνος ἐκαλεῖτο πύργος, τῇ τε διαγραφῇ μεγαλοπρεπῶς ἐπεβάλλετο καὶ τοῖς οἰκοδομήμασιν ἀνιστὰς ἅπασαν οὐ παρέργως, ἀλλʼ ἐκ λευκῆς πέτρας, καὶ διακοσμῶν καὶ βασιλείοις πολυτελεστάτοις καὶ διαίταις πολιτικαῖς, 15.332τὸ δὲ μέγιστον καὶ πλείστην ἐργασίαν παρασχόν, ἀκλύστῳ λιμένι, μέγεθος μὲν κατὰ τὸν Πειραιᾶ, καταγωγὰς δʼ ἔνδον ἔχοντι καὶ δευτέρους ὑφόρμους, τῇ δὲ δομήσει περίβλεπτον, ὅτι μηδʼ ἐκ τοῦ τόπου τὴν ἐπιτηδειότητα τῆς μεγαλουργίας εἶχεν, ἀλλʼ ἐπεισάκτοις καὶ πολλαῖς ἐξετελειώθη ταῖς δαπάναις. 15.333κεῖται μὲν γὰρ πόλις ἐν τῇ Φοινίκῃ κατὰ τὸν εἰς Αἴγυπτον παράπλουν Ἰόππης μεταξὺ καὶ Δώρων, πολισμάτια ταῦτʼ ἐστὶν παράλια δύσορμα διὰ τὰς κατὰ λίβα προσβολάς, αἳ ἀεὶ τὰς ἐκ τοῦ πόντου θῖνας ἐπὶ τὴν ᾐόνα σύρουσαι καταγωγὴν οὐ διδόασιν, ἀλλʼ ἔστιν ἀναγκαῖον ἀποσαλεύειν τὰ πολλὰ τοὺς ἐμπόρους ἐπʼ ἀγκύρας. 15.334τοῦτο τὸ δυσδιάθετον τῆς χώρας διορθούμενος καὶ περιγράψας τὸν κύκλον τοῦ λιμένος ἐφʼ ὅσον ἦν αὔταρκες πρὸς τῇ χέρσῳ μεγάλοις στόλοις ἐνορμεῖσθαι λίθους ὑπερμεγέθεις καθίει εἰς τὸ βάθος εἰς ὀργυιὰς εἴκοσι. πεντήκοντα ποδῶν ἦσαν οἱ πλείους τὸ μῆκος καὶ πλάτος οὐκ ἔλαττον δεκαοκτώ, βάθος δὲ ἐννέα, τούτων δὲ οἱ μὲν μείζους οἱ δὲ ἐλάττους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.328 Joseph. AJ 15.333 (English) >>Joseph. AJ 15.338

Powered by PhiloLogic